Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ταρβεῖς : ῥά σε οἶνος ἔχει φρένας , νύ τοι αἰεὶ
τοιοῦτος νόος ἐστίν : καὶ μεταμώνια βάζεις.
ἀλύεις , ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
335
ὅς τίς σ᾽ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
δώματος ἐκπέμψῃσι , φορύξας αἵματι πολλῷ.”
τὴν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
τάχα Τηλεμάχῳ ἐρέω , κύον , οἷ᾽ ἀγορεύεις,
κεῖσ᾽ ἐλθών , ἵνα σ᾽ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.”
340
ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
βὰν δ᾽ ἴμεναι διὰ δῶμα , λύθεν δ᾽ ὑπὸ γυῖα ἑκάστης
ταρβοσύνῃ : φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
αὐτὰρ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
ἑστήκειν ἐς πάντας ὁρώμενος : ἄλλα δέ οἱ κῆρ
345
ὥρμαινε φρεσὶν ᾗσιν , ῥ᾽ οὐκ ἀτέλεστα γένοντο.
μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
λώβης ἴσχεσθαι θυμαλγέος , ὄφρ᾽ ἔτι μᾶλλον
δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
τοῖσιν δ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἦρχ᾽ ἀγορεύειν,
350
κερτομέων Ὀδυσῆα : γέλω δ᾽ ἑτάροισιν ἔτευχε.
κέκλυτέ μευ , μνηστῆρες ἀγακλειτῆς βασιλείης,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
οὐκ ἀθεεὶ ὅδ᾽ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει:
ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
355
κὰκ κεφαλῆς , ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδ᾽ ἠβαιαί.”
ῥ᾽ , ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον:
ξεῖν᾽ , ἄρ κ᾽ ἐθέλοις θητευέμεν , εἴ σ᾽ ἀνελοίμην,
ἀγροῦ ἐπ᾽ ἐσχατιῆσμισθὸς δέ τοι ἄρκιος ἔσται
αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
360
ἔνθα κ᾽ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,