Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἵματα δ᾽ ἀμφιέσαιμι ποσίν θ᾽ ὑποδήματα δοίην.
ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθες , οὐκ ἐθελήσεις
ἔργον ἐποίχεσθαι , ἀλλὰ πτώσσειν κατὰ δῆμον
βούλεαι , ὄφρ᾽ ἄν ἔχῃς βόσκειν σὴν γαστέρ᾽ ἄναλτον.”
365
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
Εὐρύμαχ᾽ , εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
ὥρῃ ἐν εἰαρινῇ , ὅτε τ᾽ ἤματα μακρὰ πέλονται,
ἐν ποίῃ , δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
καὶ δὲ σὺ τοῖον ἔχοις , ἵνα πειρησαίμεθα ἔργου
370
νήστιες ἄχρι μάλα κνέφαος , ποίη δὲ παρείη.
εἰ δ᾽ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν , οἵ περ ἄριστοι,
αἴθωνες , μεγάλοι , ἄμφω κεκορηότε ποίης,
ἥλικες , ἰσοφόροι , τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
τετράγυον δ᾽ εἴη , εἴκοι δ᾽ ὑπὸ βῶλος ἀρότρῳ:
375
τῷ κέ μ᾽ ἴδοις , εἰ ὦλκα διηνεκέα προταμοίμην.
εἰ δ᾽ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
σήμερον , αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
καὶ κυνέη πάγχαλκος , ἐπὶ κροτάφοις ἀραρυῖα,
τῷ κέ μ᾽ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
380
οὐδ᾽ ἄν μοι τὴν γαστέρ᾽ ὀνειδίζων ἀγορεύοις.
ἀλλὰ μάλ᾽ ὑβρίξεις , καί τοι νόος ἐστὶν ἀπηνής:
καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
385
αἶψά κέ τοι τὰ θύρετρα , καὶ εὐρέα περ μάλ᾽ ἐόντα,
φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.”
ὣς ἔφατ᾽ , Εὐρύμαχος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα:
δείλ᾽ , τάχα τοι τελέω κακόν , οἷ᾽ ἀγορεύεις
390
θαρσαλέως πολλοῖσι μετ᾽ ἀνδράσιν , οὐδέ τι θυμῷ