Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ταρβεῖς : ῥά σε οἶνος ἔχει φρένας , νύ τοι αἰεὶ
τοιοῦτος νόος ἐστίν : καὶ μεταμώνια βάζεις.
ἀλύεις , ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;”
ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν : αὐτὰρ Ὀδυσσεὺς
395
Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
Εὐρύμαχον δείσας : δ᾽ ἄρ᾽ οἰνοχόον βάλε χεῖρα
δεξιτερήν : πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
αὐτὰρ γ᾽ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
400
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
αἴθ᾽ ὤφελλ᾽ ξεῖνος ἀλώμενος ἄλλοθ᾽ ὀλέσθαι
πρὶν ἐλθεῖν : τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν , οὐδέ τι δαιτὸς
ἐσθλῆς ἔσσεται ἦδος , ἐπεὶ τὰ χερείονα νικᾷ.”
405
τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο
δαιμόνιοι , μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
βρωτὺν οὐδὲ ποτῆτα : θεῶν νύ τις ὔμμ᾽ ὀροθύνει.
ἀλλ᾽ εὖ δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες,
ὁππότε θυμὸς ἄνωγε : διώκω δ᾽ οὔ τιν᾽ ἐγώ γε.”
410
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον , θαρσαλέως ἀγόρευε.
τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
Νίσου φαίδιμος υἱός , Ἀρητιάδαο ἄνακτος:
φίλοι , οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
415
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι:
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν᾽ ἄλλον
δμώων , οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
ἀλλ᾽ ἄγετ᾽ , οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
ὄφρα σπείσαντες κατακείομεν οἴκαδ᾽ ἰόντες:
420
τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος