Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ξεῖν᾽ , εἴ σ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
τοῦτον ἀλέξασθαι , τῶν δ᾽ ἄλλων μή τιν᾽ Ἀχαιῶν
δείδιθ᾽ , ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ:
ξεινοδόκος μὲν ἐγών , ἐπὶ δ᾽ αἰνεῖτον βασιλῆες,
65
Ἀντίνοός τε καὶ Εὐρύμαχος , πεπνυμένω ἄμφω.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον : αὐτὰρ Ὀδυσσεὺς
ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα , φαῖνε δὲ μηροὺς
καλούς τε μεγάλους τε , φάνεν δέ οἱ εὐρέες ὦμοι
στήθεά τε στιβαροί τε βραχίονες : αὐτὰρ Ἀθήνη
70
ἄγχι παρισταμένη μέλε᾽ ἤλδανε ποιμένι λαῶν.
μνηστῆρες δ᾽ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο:
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
οἵην ἐκ ῥακέων γέρων ἐπιγουνίδα φαίνει.”
75
ὣς ἄρ᾽ ἔφαν , Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
δειδιότα : σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
νῦν μὲν μήτ᾽ εἴης , βουγάϊε , μήτε γένοιο,
80
εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
ἄνδρα γέροντα , δύῃ ἀρημένον , μιν ἱκάνει.
ἀλλ᾽ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
αἴ κέν σ᾽ οὗτος νικήσῃ κρείσσων τε γένηται,
πέμψω σ᾽ ἤπειρόνδε , βαλὼν ἐν νηὶ μελαίνῃ,
85
εἰς Ἔχετον βασιλῆα , βροτῶν δηλήμονα πάντων,
ὅς κ᾽ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
μήδεά τ᾽ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.”
ὣς φάτο , τῷ δ᾽ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
ἐς μέσσον δ᾽ ἄναγον : τὼ δ᾽ ἄμφω χεῖρας ἀνέσχον.
90
δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς