Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
19
αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων:
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα:
Τηλέμαχε , χρὴ τεύχε᾽ ἀρήϊα κατθέμεν εἴσω
5
πάντα μάλ᾽ : αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
παρφάσθαι , ὅτε κέν σε μεταλλῶσιν ποθέοντες:
ἐκ καπνοῦ κατέθηκ᾽ , ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
ἀλλὰ κατῄκισται , ὅσσον πυρὸς ἵκετ᾽ ἀϋτμή.
10
πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
μή πως οἰνωθέντες , ἔριν στήσαντες ἐν ὑμῖν,
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
καὶ μνηστύν : αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.’”
ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
15
ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν:
μαῖ᾽ , ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,
ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
καλά , τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
πατρὸς ἀποιχομένοιο : ἐγὼ δ᾽ ἔτι νήπιος ἦα.
20
νῦν δ᾽ ἐθέλω καταθέσθαι , ἵν᾽ οὐ πυρὸς ἵξετ᾽ ἀϋτμή.”
τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
αἲ γὰρ δή ποτε , τέκνον , ἐπιφροσύνας ἀνέλοιο
οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
ἀλλ᾽ ἄγε , τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
25
δμῳὰς δ᾽ οὐκ εἴας προβλωσκέμεν , αἵ κεν ἔφαινον.”
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
ξεῖνος ὅδ᾽ : οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
χοίνικος ἅπτηται , καὶ τηλόθεν εἰληλουθώς.”
ὣς ἄρ᾽ ἐφώνησεν , τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος.
30
κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.