Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὀφθαλμοὶ δ᾽ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
ἀτρέμας ἐν βλεφάροισι : δόλῳ δ᾽ γε δάκρυα κεῦθεν.
δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:
215
νῦν μὲν δή σευ , ξεῖνέ γ᾽ , ὀΐω πειρήσεσθαι,
εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι
ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν , ὡς ἀγορεύεις.
εἰπέ μοι ὁπποῖ᾽ ἄσσα περὶ χροῒ εἵματα ἕστο,
αὐτός θ᾽ οἷος ἔην , καὶ ἑταίρους , οἵ οἱ ἕποντο.”
220
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
γύναι , ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
εἰπέμεν : ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης:
αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.
225
χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,
διπλῆν : αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
αὐλοῖσιν διδύμοισι : πάροιθε δὲ δαίδαλον ἦεν:
ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,
ἀσπαίροντα λάων : τὸ δὲ θαυμάζεσκον ἅπαντες,
230
ὡς οἱ χρύσεοι ἐόντες μὲν λάε νεβρὸν ἀπάγχων,
αὐτὰρ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.
τὸν δὲ χιτῶν᾽ ἐνόησα περὶ χροῒ σιγαλόεντα,
οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο:
τὼς μὲν ἔην μαλακός , λαμπρὸς δ᾽ ἦν ἠέλιος ὥς:
235
μὲν πολλαί γ᾽ αὐτὸν ἐθηήσαντο γυναῖκες.
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
οὐκ οἶδ᾽ τάδε ἕστο περὶ χροῒ οἴκοθ᾽ Ὀδυσσεύς,
τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,
τίς που καὶ ξεῖνος , ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
240
ἔσκε φίλος : παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.