Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,
αἰδοίως δ᾽ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.
καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
245
εἵπετο : καὶ τόν τοι μυθήσομαι , οἷος ἔην περ.
γυρὸς ἐν ὤμοισιν , μελανόχροος , οὐλοκάρηνος,
Εὐρυβάτης δ᾽ ὄνομ᾽ ἔσκε : τίεν δέ μιν ἔξοχον ἄλλων
ὧν ἑτάρων Ὀδυσεύς , ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.”
ὣς φάτο , τῇ δ᾽ ἔτι μᾶλλον ὑφ᾽ ἵμερον ὦρσε γόοιο,
250
σήματ᾽ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ᾽ Ὀδυσσεύς.
δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.
καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε:
νῦν μὲν δή μοι , ξεῖνε , πάρος περ ἐὼν ἐλεεινός,
ἐν μεγάροισιν ἐμοῖσι φίλος τ᾽ ἔσῃ αἰδοῖός τε:
255
αὐτὴ γὰρ τάδε εἵματ᾽ ἐγὼ πόρον , οἷ᾽ ἀγορεύεις,
πτύξασ᾽ ἐκ θαλάμου , περόνην τ᾽ ἐπέθηκα φαεινὴν
κείνῳ ἄγαλμ᾽ ἔμεναι : τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτις
οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
260
ᾤχετ᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
μηκέτι νῦν χρόα καλὸν ἐναίρεο , μηδέ τι θυμὸν
τῆκε , πόσιν γοόωσα . νεμεσσῶμαί γε μὲν οὐδέν:
265
καὶ γάρ τίς τ᾽ ἀλλοῖον ὀδύρεται ἄνδρ᾽ ὀλέσασα
κουρίδιον , τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,
Ὀδυσῆ᾽ , ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.
ἀλλὰ γόου μὲν παῦσαι , ἐμεῖο δὲ σύνθεο μῦθον:
νημερτέως γάρ τοι μυθήσομαι οὐδ᾽ ἐπικεύσω
270
ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα