Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀγχοῦ , Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
ζωοῦ : αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
αἰτίζων ἀνὰ δῆμον . ἀτὰρ ἐρίηρας ἑταίρους
ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,
275
Θρινακίης ἄπο νήσου ἰών : ὀδύσαντο γὰρ αὐτῷ
Ζεύς τε καὶ Ἠέλιος : τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ:
τὸν δ᾽ ἄρ᾽ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμ᾽ ἐπὶ χέρσου,
Φαιήκων ἐς γαῖαν , οἳ ἀγχίθεοι γεγάασιν,
280
οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
οἴκαδ᾽ ἀπήμαντον . καί κεν πάλαι ἐνθάδ᾽ Ὀδυσσεὺς
ἤην : ἀλλ᾽ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
χρήματ᾽ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι:
285
ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
οἶδ᾽ Ὀδυσεύς , οὐδ᾽ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων:
ὤμνυε δὲ πρὸς ἔμ᾽ αὐτόν , ἀποσπένδων ἐνὶ οἴκῳ,
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
290
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε : τύχησε γὰρ ἐρχομένη νηῦς
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
καί μοι κτήματ᾽ ἔδειξεν , ὅσα ξυναγείρατ᾽ Ὀδυσσεύς:
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ᾽ ἔτι βόσκοι,
295
ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι , ὄφρα θεοῖο
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
ἤδη δὴν ἀπεών , ἀμφαδὸν ἦε κρυφηδόν.
300
ὣς μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη