Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὼ δ᾽ ἄρ᾽ ἀναΐξαντ᾽ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
ἔγχεά τ᾽ ὀξυόεντα : πάροιθε δὲ Παλλὰς Ἀθήνη,
χρύσεον λύχνον ἔχουσα , φάος περικαλλὲς ἐποίει.
35
δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρ᾽ αἶψα:
πάτερ , μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι.
ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
εἰλάτιναί τε δοκοί , καὶ κίονες ὑψόσ᾽ ἔχοντες
φαίνοντ᾽ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
40
μάλα τις θεὸς ἔνδον , οἳ οὐρανὸν εὐρὺν ἔχουσι.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ᾽ ἐρέεινε:
αὕτη τοι δίκη ἐστὶ θεῶν , οἳ Ὄλυμπον ἔχουσιν.
ἀλλὰ σὺ μὲν κατάλεξαι , ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ,
45
ὄφρα κ᾽ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω:
δέ μ᾽ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.”
ὣς φάτο , Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
κείων ἐς θάλαμον , δαΐδων ὕπο λαμπομενάων,
ἔνθα πάρος κοιμᾶθ᾽ , ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι:
50
ἔνθ᾽ ἄρα καὶ τότ᾽ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
δ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
55
τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν , ἔνθ᾽ ἄρ᾽ ἐφῖζε,
δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ : ἥν ποτε τέκτων
ποίησ᾽ Ἰκμάλιος , καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
προσφυέ᾽ ἐξ αὐτῆς , ὅθ᾽ ἐπὶ μέγα βάλλετο κῶας.
ἔνθα καθέζετ᾽ ἔπειτα περίφρων Πηνελόπεια.
60
ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.