Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἄρ᾽ ἔφη , γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,
δάκρυα δ᾽ ἔκβαλε θερμά , ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπεν:
μοι ἐγὼ σέο , τέκνον , ἀμήχανος : σε περὶ Ζεὺς
ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.
365
οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
πίονα μηρί᾽ ἔκη᾽ οὐδ᾽ ἐξαίτους ἑκατόμβας,
ὅσσα σὺ τῷ ἐδίδους , ἀρώμενος ἧος ἵκοιο
γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν:
νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.
370
οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
ξείνων τηλεδαπῶν , ὅτε τευ κλυτὰ δώμαθ᾽ ἵκοιτο,
ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,
τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ᾽ ἀλεείνων
οὐκ ἐάας νίζειν : ἐμὲ δ᾽ οὐκ ἀέκουσαν ἄνωγε
375
κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια.
τῷ σε πόδας νίψω ἅμα τ᾽ αὐτῆς Πηνελοπείης
καὶ σέθεν εἵνεκ᾽ , ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
κήδεσιν . ἀλλ᾽ ἄγε νῦν ξυνίει ἔπος , ὅττι κεν εἴπω:
πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ᾽ ἵκοντο,
380
ἀλλ᾽ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
ὡς σὺ δέμας φωνήν τε πόδας τ᾽ Ὀδυσῆϊ ἔοικας.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
γρηῦ , οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
ἡμέας ἀμφοτέρους , μάλα εἰκέλω ἀλλήλοιϊν
385
ἔμμεναι , ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ᾽ ἀγορεύεις.”
ὣς ἄρ᾽ ἔφη , γρηῢς δὲ λέβηθ᾽ ἕλε παμφανόωντα
τοῦ πόδας ἐξαπένιζεν , ὕδωρ δ᾽ ἐνεχεύατο πουλὺ
ψυχρόν , ἔπειτα δὲ θερμὸν ἐπήφυσεν . αὐτὰρ Ὀδυσσεὺς
ἷζεν ἐπ᾽ ἐσχαρόφιν , ποτὶ δὲ σκότον ἐτράπετ᾽ αἶψα:
390
αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο , μή λαβοῦσα