Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λικριφὶς ἀΐξας , οὐδ᾽ ὀστέον ἵκετο φωτός.
τὸν δ᾽ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,
ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή:
κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών , ἀπὸ δ᾽ ἔπτατο θυμός.
455
τὸν μὲν ἄρ᾽ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,
ὠτειλὴν δ᾽ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
δῆσαν ἐπισταμένως , ἐπαοιδῇ δ᾽ αἷμα κελαινὸν
ἔσχεθον , αἶψα δ᾽ ἵκοντο φίλου πρὸς δώματα πατρός.
τὸν μὲν ἄρ᾽ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
460
εὖ ἰησάμενοι ἠδ᾽ ἀγλαὰ δῶρα πορόντες
καρπαλίμως χαίροντα φίλην ἐς πατρίδ᾽ ἔπεμπον
εἰς Ἰθάκην . τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,
οὐλὴν ὅττι πάθοι : δ᾽ ἄρα σφίσιν εὖ κατέλεξεν
465
ὥς μιν θηρεύοντ᾽ ἔλασεν σῦς λευκῷ ὀδόντι,
Παρνησόνδ᾽ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα
γνῶ ῥ᾽ ἐπιμασσαμένη , πόδα δὲ προέηκε φέρεσθαι:
ἐν δὲ λέβητι πέσε κνήμη , κανάχησε δὲ χαλκός,
470
ἂψ δ᾽ ἑτέρωσ᾽ ἐκλίθη : τὸ δ᾽ ἐπὶ χθονὸς ἐξέχυθ᾽ ὕδωρ.
τὴν δ᾽ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα , τὼ δέ οἱ ὄσσε
δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν:
μάλ᾽ Ὀδυσσεύς ἐσσι , φίλον τέκος : οὐδέ σ᾽ ἐγώ γε
475
πρὶν ἔγνων , πρὶν πάντα ἄνακτ᾽ ἐμὸν ἀμφαφάασθαι.”
καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,
πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.
δ᾽ οὔτ᾽ ἀθρῆσαι δύνατ᾽ ἀντίη οὔτε νοῆσαι:
τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν : αὐτὰρ Ὀδυσσεὺς
480
χεῖρ᾽ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,