Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῇ δ᾽ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
μαῖα , τίη μ᾽ ἐθέλεις ὀλέσαι ; σὺ δέ μ᾽ ἔτρεφες αὐτὴ
τῷ σῷ ἐπὶ μαζῷ : νῦν δ᾽ ἄλγεα πολλὰ μογήσας
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
485
ἀλλ᾽ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
σίγα , μή τίς τ᾽ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
ὧδε γὰρ ἐξερέω , καὶ μὴν τετελεσμένον ἔσται:
εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι , ὁππότ᾽ ἂν ἄλλας
490
δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια:
τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ᾽ ἐπιεικτόν,
ἕξω δ᾽ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
495
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
εἴ χ᾽ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
500
μαῖα , τίη δὲ σὺ τὰς μυθήσεαι ; οὐδέ τί σε χρή.
εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ᾽ ἑκάστην:
ἀλλ᾽ ἔχε σιγῇ μῦθον , ἐπίτρεψον δὲ θεοῖσιν.”
ὣς ἄρ᾽ ἔφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
οἰσομένη ποδάνιπτρα : τὰ γὰρ πρότερ᾽ ἔκχυτο πάντα.
505
αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ᾽ ἐλαίῳ,
αὖτις ἄρ᾽ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
θερσόμενος , οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.
τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια:
ξεῖνε , τὸ μέν σ᾽ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή:
510
καὶ γὰρ δὴ κοίτοιο τάχ᾽ ἔσσεται ἡδέος ὥρη,