Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,
ἀμφὶ δ᾽ ἔμ᾽ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,
οἴκτρ᾽ ὀλοφυρομένην μοι αἰετὸς ἔκτανε χῆνας.
ἂψ δ᾽ ἐλθὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ προὔχοντι μελάθρῳ,
545
φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε:
“‘θάρσει , Ἰκαρίου κούρη τηλεκλειτοῖο:
οὐκ ὄναρ , ἀλλ᾽ ὕπαρ ἐσθλόν , τοι τετελεσμένον ἔσται.
χῆνες μὲν μνηστῆρες , ἐγὼ δέ τοι αἰετὸς ὄρνις
ἦα πάρος , νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,
550
ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε:
παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
πυρὸν ἐρεπτομένους παρὰ πύελον , ἧχι πάρος περ.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
555
γύναι , οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον
ἄλλῃ ἀποκλίναντ᾽ , ἐπεὶ ῥά τοι αὐτὸς Ὀδυσσεὺς
πέφραδ᾽ ὅπως τελέει : μνηστῆρσι δὲ φαίνετ᾽ ὄλεθρος
πᾶσι μάλ᾽ , οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
560
ξεῖν᾽ , τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι
γίγνοντ᾽ , οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.
δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων:
αἱ μὲν γὰρ κεράεσσι τετεύχαται , αἱ δ᾽ ἐλέφαντι:
τῶν οἳ μέν κ᾽ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,
565
οἵ ῥ᾽ ἐλεφαίρονται , ἔπε᾽ ἀκράαντα φέροντες:
οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
οἵ ῥ᾽ ἔτυμα κραίνουσι , βροτῶν ὅτε κέν τις ἴδηται.
ἀλλ᾽ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
ἐλθέμεν : κ᾽ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
570
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν: