Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος , μ᾽ Ὀδυσῆος
οἴκου ἀποσχήσει : νῦν γὰρ καταθήσω ἄεθλον,
τοὺς πελέκεας , τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
ἵστασχ᾽ ἑξείης , δρυόχους ὥς , δώδεκα πάντας:
575
στὰς δ᾽ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω:
ὃς δέ κε ῥηΐτατ᾽ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
τῷ κεν ἅμ᾽ ἑσποίμην , νοσφισσαμένη τόδε δῶμα
580
κουρίδιον , μάλα καλόν , ἐνίπλειον βιότοιο:
τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον:
585
πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,
πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
νευρήν τ᾽ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
εἴ κ᾽ ἐθέλοις μοι , ξεῖνε , παρήμενος ἐν μεγάροισι
590
τέρπειν , οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.
ἀλλ᾽ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ
ἀνθρώπους : ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
ἀλλ᾽ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
595
λέξομαι εἰς εὐνήν , μοι στονόεσσα τέτυκται,
αἰεὶ δάκρυσ᾽ ἐμοῖσι πεφυρμένη , ἐξ οὗ Ὀδυσσεὺς
ᾤχετ᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
ἔνθα κε λεξαίμην : σὺ δὲ λέξεο τῷδ᾽ ἐνὶ οἴκῳ,
χαμάδις στορέσας τοι κατὰ δέμνια θέντων.”
600
ὣς εἰποῦσ᾽ ἀνέβαιν᾽ ὑπερώϊα σιγαλόεντα,