Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἱ δ᾽ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
καὶ δέπα , ἔνθεν ἄρ᾽ ἄνδρες ὑπερμενέοντες ἔπινον:
πῦρ δ᾽ ἀπὸ λαμπτήρων χαμάδις βάλον , ἄλλα δ᾽ ἐπ᾽ αὐτῶν
νήησαν ξύλα πολλά , φόως ἔμεν ἠδὲ θέρεσθαι.
65
δ᾽ Ὀδυσῆ᾽ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις:
ξεῖν᾽ , ἔτι καὶ νῦν ἐνθάδ᾽ ἀνιήσεις διὰ νύκτα
δινεύων κατὰ οἶκον , ὀπιπεύσεις δὲ γυναῖκας;
ἀλλ᾽ ἔξελθε θύραζε , τάλαν , καὶ δαιτὸς ὄνησο:
τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.”
70
τὴν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
δαιμονίη , τί μοι ὧδ᾽ ἐπέχεις κεκοτηότι θυμῷ;
ὅτι δὴ ῥυπόω , κακὰ δὲ χροῒ εἵματα εἷμαι,
πτωχεύω δ᾽ ἀνὰ δῆμον ; ἀναγκαίη γὰρ ἐπείγει.
τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
75
καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι:
ἦσαν δὲ δμῶες μάλα μυρίοι , ἄλλα τε πολλὰ
οἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
80
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων : ἤθελε γάρ που:
τῷ νῦν μήποτε καὶ σύ , γύναι , ἀπὸ πᾶσαν ὀλέσσῃς
ἀγλαΐην , τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι:
μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,
Ὀδυσεὺς ἔλθῃ : ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
85
εἰ δ᾽ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,
ἀλλ᾽ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,
Τηλέμαχος : τὸν δ᾽ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν
λήθει ἀτασθάλλουσ᾽ , ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.”
ὣς φάτο , τοῦ δ᾽ ἤκουσε περίφρων Πηνελόπεια,
90
ἀμφίπολον δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε: