Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πάντως , θαρσαλέη , κύον ἀδεές , οὔ τί με λήθεις
ἔρδουσα μέγα ἔργον , σῇ κεφαλῇ ἀναμάξεις:
πάντα γὰρ εὖ ᾔδησθ᾽ , ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς
ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
95
ἀμφὶ πόσει εἴρεσθαι , ἐπεὶ πυκινῶς ἀκάχημαι.”
ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν:
Εὐρυνόμη , φέρε δὴ δίφρον καὶ κῶας ἐπ᾽ αὐτοῦ,
ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδ᾽ ἐπακούσῃ
ξεῖνος ἐμέθεν : ἐθέλω δέ μιν ἐξερέεσθαι.”
100
ὣς ἔφαθ᾽ , δὲ μάλ᾽ ὀτραλέως κατέθηκε φέρουσα
δίφρον ἐΰξεστον καὶ ἐπ᾽ αὐτῷ κῶας ἔβαλλεν:
ἔνθα καθέζετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια:
ξεῖνε , τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή:
105
τίς πόθεν εἶς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες;”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
γύναι , οὐκ ἄν τίς σε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν
νεικέοι : γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,
ὥς τέ τευ βασιλῆος ἀμύμονος , ὅς τε θεουδὴς
110
ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων
εὐδικίας ἀνέχῃσι , φέρῃσι δὲ γαῖα μέλαινα
πυροὺς καὶ κριθάς , βρίθῃσι δὲ δένδρεα καρπῷ,
τίκτῃ δ᾽ ἔμπεδα μῆλα , θάλασσα δὲ παρέχῃ ἰχθῦς
ἐξ εὐηγεσίης , ἀρετῶσι δὲ λαοὶ ὑπ᾽ αὐτοῦ.
115
τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,
μηδ᾽ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,
μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
μνησαμένῳ μάλα δ᾽ εἰμὶ πολύστονος : οὐδέ τί με χρὴ
οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
120
ἧσθαι , ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί: