Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
ᾔδη : ἀτὰρ μὲν τοῦτό γ᾽ ἐναίσιμον οὐκ ἐνόησε.
τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ᾽ ἔδονται,
ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον , ὅν τινά οἱ νῦν
125
ἐν στήθεσσι τιθεῖσι θεοί . μέγα μὲν κλέος αὐτῇ
ποιεῖτ᾽ , αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν οὔτε πῃ ἄλλῃ,
πρίν γ᾽ αὐτὴν γήμασθαι Ἀχαιῶν κ᾽ ἐθέλῃσι.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
130
Ἀντίνο᾽ , οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
μ᾽ ἔτεχ᾽ , μ᾽ ἔθρεψε : πατὴρ δ᾽ ἐμὸς ἄλλοθι γαίης,
ζώει γ᾽ τέθνηκε : κακὸν δέ με πόλλ᾽ ἀποτίνειν
Ἰκαρίῳ , αἴ κ᾽ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι , ἄλλα δὲ δαίμων
135
δώσει , ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ᾽ ἐρινῦς
οἴκου ἀπερχομένη : νέμεσις δέ μοι ἐξ ἀνθρώπων
ἔσσεται : ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
ὑμέτερος δ᾽ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
ἔξιτέ μοι μεγάρων , ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας
140
ὑμὰ κτήματ᾽ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
εἰ δ᾽ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
ἔμμεναι , ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ᾽ : ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
145
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.”
ὣς φάτο Τηλέμαχος , τῷ δ᾽ αἰετὼ εὐρύοπα Ζεὺς
ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
τὼ δ᾽ ἕως μέν ῥ᾽ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν:
150
ἀλλ᾽ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,