Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔνθ᾽ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
ἐς δ᾽ ἰδέτην πάντων κεφαλάς , ὄσσοντο δ᾽ ὄλεθρον:
δρυψαμένω δ᾽ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
δεξιὼ ἤιξαν διά τ᾽ οἰκία καὶ πόλιν αὐτῶν.
155
θάμβησαν δ᾽ ὄρνιθας , ἐπεὶ ἴδον ὀφθαλμοῖσιν:
ὥρμηναν δ᾽ ἀνὰ θυμὸν περ τελέεσθαι ἔμελλον.
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
Μαστορίδης : γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι:
160
σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε:
κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω:
μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω:
τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται : οὐ γὰρ Ὀδυσσεὺς
δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται , ἀλλά που ἤδη
165
ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
πάντεσσιν : πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
οἳ νεμόμεσθ᾽ Ἰθάκην ἐυδείελον . ἀλλὰ πολὺ πρὶν
φραζώμεσθ᾽ , ὥς κεν καταπαύσομεν : οἱ δὲ καὶ αὐτοὶ
παυέσθων : καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
170
οὐ γὰρ ἀπείρητος μαντεύομαι , ἀλλ᾽ ἐὺ εἰδώς:
καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,
ὥς οἱ ἐμυθεόμην , ὅτε Ἴλιον εἰσανέβαινον
Ἀργεῖοι , μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
φῆν κακὰ πολλὰ παθόντ᾽ , ὀλέσαντ᾽ ἄπο πάντας ἑταίρους,
175
ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
οἴκαδ᾽ ἐλεύσεσθαι : τὰ δὲ δὴ νῦν πάντα τελεῖται.”
τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα:
γέρον , εἰ δ᾽ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
οἴκαδ᾽ ἰών , μή πού τι κακὸν πάσχωσιν ὀπίσσω:
180
ταῦτα δ᾽ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.