Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε:
οὔ τοι ἔπειθ᾽ ἁλίη ὁδὸς ἔσσεται οὐδ᾽ ἀτέλεστος.
εἰ δ᾽ οὐ κείνου γ᾽ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
275
οὐ σέ γ᾽ ἔπειτα ἔολπα τελευτήσειν , μενοινᾷς.
παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
οἱ πλέονες κακίους , παῦροι δέ τε πατρὸς ἀρείους.
ἀλλ᾽ ἐπεὶ οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων,
οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
280
ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
ἀφραδέων , ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι:
οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
ὃς δή σφι σχεδόν ἐστιν , ἐπ᾽ ἤματι πάντας ὀλέσθαι.
285
σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς:
τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ᾽ ἕψομαι αὐτός.
ἀλλὰ σὺ μὲν πρὸς δώματ᾽ ἰὼν μνηστῆρσιν ὁμίλει,
ὅπλισσόν τ᾽ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
290
οἶνον ἐν ἀμφιφορεῦσι , καὶ ἄλφιτα , μυελὸν ἀνδρῶν,
δέρμασιν ἐν πυκινοῖσιν : ἐγὼ δ᾽ ἀνὰ δῆμον ἑταίρους
αἶψ᾽ ἐθελοντῆρας συλλέξομαι . εἰσὶ δὲ νῆες
πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ , νέαι ἠδὲ παλαιαί:
τάων μέν τοι ἐγὼν ἐπιόψομαι τις ἀρίστη,
295
ὦκα δ᾽ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.”
ὣς φάτ᾽ Ἀθηναίη κούρη Διός : οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
Τηλέμαχος παρέμιμνεν , ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
βῆ δ᾽ ἰέναι πρὸς δῶμα , φίλον τετιημένος ἦτορ,
εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
300
αἶγας ἀνιεμένους σιάλους θ᾽ εὕοντας ἐν αὐλῇ.