Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἀντίνοος δ᾽ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
ἔν τ᾽ ἄρα οἱ φῦ χειρί , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
Τηλέμαχ᾽ ὑψαγόρη , μένος ἄσχετε , μή τί τοι ἄλλο
ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
305
ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν , ὡς τὸ πάρος περ.
ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
νῆα καὶ ἐξαίτους ἐρέτας , ἵνα θᾶσσον ἵκηαι
ἐς Πύλον ἠγαθέην μετ᾽ ἀγαυοῦ πατρὸς ἀκουήν.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
310
Ἀντίνο᾽ , οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ᾽ ὑμῖν
δαίνυσθαί τ᾽ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
κτήματ᾽ ἐμά , μνηστῆρες , ἐγὼ δ᾽ ἔτι νήπιος ἦα;
νῦν δ᾽ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
315
πυνθάνομαι , καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
πειρήσω , ὥς κ᾽ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
ἠὲ Πύλονδ᾽ ἐλθών , αὐτοῦ τῷδ᾽ ἐνὶ δήμῳ.
εἶμι μέν , οὐδ᾽ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
ἔμπορος : οὐ γὰρ νηὸς ἐπήβολος οὐδ᾽ ἐρετάων
320
γίγνομαι : ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.”
ῥα , καὶ ἐκ χειρὸς χεῖρα σπάσατ᾽ Ἀντινόοιο
ῥεῖα : μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
οἱ δ᾽ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
325
μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
γε καὶ Σπάρτηθεν , ἐπεί νύ περ ἵεται αἰνῶς:
ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει , πίειραν ἄρουραν,
ἐλθεῖν , ὄφρ᾽ ἔνθεν θυμοφθόρα φάρμακ᾽ ἐνείκῃ,
330
ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.”