Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
στῆσε δ᾽ ἐπ᾽ ἐσχατιῇ λιμένος , περὶ δ᾽ ἐσθλοὶ ἑταῖροι
ἁθρόοι ἠγερέθοντο : θεὰ δ᾽ ὤτρυνεν ἕκαστον.
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά , γλαυκῶπις Ἀθήνη.
βῆ ῤ᾽ ἰέναι πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο:
395
ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
πλάζε δὲ πίνοντας , χειρῶν δ᾽ ἔκβαλλε κύπελλα.
οἱ δ᾽ εὕδειν ὤρνυντο κατὰ πτόλιν , οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
ἥατ᾽ , ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
400
ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν:
Τηλέμαχ᾽ , ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
ἥατ᾽ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν:
ἀλλ᾽ ἴομεν , μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.”
405
ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
καρπαλίμως : δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
εὗρον ἔπειτ᾽ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο:
410
δεῦτε , φίλοι , ἤια φερώμεθα : πάντα γὰρ ἤδη
ἁθρό᾽ ἐνὶ μεγάρῳ . μήτηρ δ᾽ ἐμὴ οὔ τι πέπυσται,
οὐδ᾽ ἄλλαι δμωαί , μία δ᾽ οἴη μῦθον ἄκουσεν.”
ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
οἱ δ᾽ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
415
κάτθεσαν , ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
ἂν δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽ , ἦρχε δ᾽ Ἀθήνη,
νηὶ δ᾽ ἐνὶ πρυμνῇ κατ᾽ ἄρ᾽ ἕζετο : ἄγχι δ᾽ ἄρ᾽ αὐτῆς
ἕζετο Τηλέμαχος . τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν,
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
420
τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,