Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λευγαλέοι τ᾽ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
τ᾽ ἂν ἀμυναίμην , εἴ μοι δύναμίς γε παρείη.
οὐ γὰρ ἔτ᾽ ἀνσχετὰ ἔργα τετεύχαται , οὐδ᾽ ἔτι καλῶς
οἶκος ἐμὸς διόλωλε . νεμεσσήθητε καὶ αὐτοί,
65
ἄλλους τ᾽ αἰδέσθητε περικτίονας ἀνθρώπους,
οἳ περιναιετάουσι : θεῶν δ᾽ ὑποδείσατε μῆνιν,
μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
τ᾽ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει:
70
σχέσθε , φίλοι , καί μ᾽ οἶον ἐάσατε πένθεϊ λυγρῷ
τείρεσθ᾽ , εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
δυσμενέων κάκ᾽ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
τῶν μ᾽ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
τούτους ὀτρύνοντες . ἐμοὶ δέ κε κέρδιον εἴη
75
ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
εἴ χ᾽ ὑμεῖς γε φάγοιτε , τάχ᾽ ἄν ποτε καὶ τίσις εἴη:
τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
χρήματ᾽ ἀπαιτίζοντες , ἕως κ᾽ ἀπὸ πάντα δοθείη:
νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.”
80
ὣς φάτο χωόμενος , ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
δάκρυ᾽ ἀναπρήσας : οἶκτος δ᾽ ἕλε λαὸν ἅπαντα.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν , οὐδέ τις ἔτλη
Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν:
Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε:
85
Τηλέμαχ᾽ ὑψαγόρη , μένος ἄσχετε , ποῖον ἔειπες
ἡμέας αἰσχύνων : ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
σοὶ δ᾽ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
ἀλλὰ φίλη μήτηρ , τοι πέρι κέρδεα οἶδεν.
ἤδη γὰρ τρίτον ἐστὶν ἔτος , τάχα δ᾽ εἶσι τέταρτον,
90
ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.