Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
20
αὐτὰρ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς:
κὰμ μὲν ἀδέψητον βοέην στόρεσ᾽ , αὐτὰρ ὕπερθε
κώεα πόλλ᾽ ὀΐων , τοὺς ἱρεύεσκον Ἀχαιοί:
Εὐρυνόμη δ᾽ ἄρ᾽ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
5
ἔνθ᾽ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
κεῖτ᾽ ἐγρηγορόων : ταὶ δ᾽ ἐκ μεγάροιο γυναῖκες
ἤϊσαν , αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,
ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
τοῦ δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι:
10
πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
ἔτ᾽ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
ὕστατα καὶ πύματα , κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
15
ἄνδρ᾽ ἀγνοιήσασ᾽ ὑλάει μέμονέν τε μάχεσθαι,
ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα:
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ:
τέτλαθι δή , κραδίη : καὶ κύντερον ἄλλο ποτ᾽ ἔτλης.
ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
20
ἰφθίμους ἑτάρους : σὺ δ᾽ ἐτόλμας , ὄφρα σε μῆτις
ἐξάγαγ᾽ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.”
ὣς ἔφατ᾽ , ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ:
τῷ δὲ μάλ᾽ ἐν πείσῃ κραδίη μένε τετληυῖα
νωλεμέως : ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
25
ὡς δ᾽ ὅτε γαστέρ᾽ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,
ἐμπλείην κνίσης τε καὶ αἵματος , ἔνθα καὶ ἔνθα
αἰόλλῃ , μάλα δ᾽ ὦκα λιλαίεται ὀπτηθῆναι,
ὣς ἄρ᾽ γ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο , μερμηρίζων
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
30
μοῦνος ἐὼν πολέσι . σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη