Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ζηνός τε βροντῇ : φάτο γὰρ τίσασθαι ἀλείτας.
αἱ δ᾽ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλ᾽ Ὀδυσῆος
ἀγρόμεναι ἀνέκαιον ἐπ᾽ ἐσχάρῃ ἀκάματον πῦρ.
Τηλέμαχος δ᾽ εὐνῆθεν ἀνίστατο , ἰσόθεος φώς,
125
εἵματα ἑσσάμενος : περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ:
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
εἵλετο δ᾽ ἄλκιμον ἔγχος , ἀκαχμένον ὀξέι : χαλκῷ:
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών , πρὸς δ᾽ Εὐρύκλειαν ἔειπε:
μαῖα φίλη , τὸν ξεῖνον ἐτιμήσασθ᾽ ἐνὶ οἴκῳ
130
εὐνῇ καὶ σίτῳ , αὔτως κεῖται ἀκηδής;
τοιαύτη γὰρ ἐμὴ μήτηρ , πινυτή περ ἐοῦσα:
ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
χείρονα , τὸν δέ τ᾽ ἀρείον᾽ ἀτιμήσασ᾽ ἀποπέμπει.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια:
135
οὐκ ἄν μιν νῦν , τέκνον , ἀναίτιον αἰτιόῳο.
οἶνον μὲν γὰρ πῖνε καθήμενος , ὄφρ᾽ ἔθελ᾽ αὐτός,
σίτου δ᾽ οὐκέτ᾽ ἔφη πεινήμεναι : εἴρετο γάρ μιν.
ἀλλ᾽ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
μὲν δέμνι᾽ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
140
αὐτὰρ γ᾽ , ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
οὐκ ἔθελ᾽ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
ἀλλ᾽ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
ἔδραθ᾽ ἐνὶ προδόμῳ : χλαῖναν δ᾽ ἐπιέσσαμεν ἡμεῖς.”
ὣς φάτο , Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
145
ἔγχος ἔχων , ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
βῆ δ᾽ ἴμεν εἰς ἀγορὴν μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
δ᾽ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
Εὐρύκλει᾽ , Ὦπος θυγάτηρ Πεισηνορίδαο:
ἀγρεῖθ᾽ , αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
150
ῥάσσατέ τ᾽ , ἔν τε θρόνοις εὐποιήτοισι τάπητας