Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
βάλλετε πορφυρέους : αἱ δὲ σπόγγοισι τραπέζας
πάσας ἀμφιμάσασθε , καθήρατε δὲ κρητῆρας
καὶ δέπα ἀμφικύπελλα τετυγμένα : ταὶ δὲ μεθ᾽ ὕδωρ
ἔρχεσθε κρήνηνδε , καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
155
οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
ἀλλὰ μάλ᾽ ἦρι νέονται , ἐπεὶ καὶ πᾶσιν ἑορτή.”
ὣς ἔφαθ᾽ , αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο.
αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
αἱ δ᾽ αὐτοῦ κατὰ δώματ᾽ ἐπισταμένως πονέοντο.
160
ἐς δ᾽ ἦλθον δρηστῆρες Ἀχαιῶν . οἱ μὲν ἔπειτα
εὖ καὶ ἐπισταμένως κέασαν ξύλα , ταὶ δὲ γυναῖκες
ἦλθον ἀπὸ κρήνης : ἐπὶ δέ σφισιν ἦλθε συβώτης
τρεῖς σιάλους κατάγων , οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
καὶ τοὺς μέν ῥ᾽ εἴασε καθ᾽ ἕρκεα καλὰ νέμεσθαι,
165
αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσηύδα μειλιχίοισι:
ξεῖν᾽ , ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
ἦέ σ᾽ ἀτιμάζουσι κατὰ μέγαρ᾽ , ὡς τὸ πάρος περ;”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς:
αἲ γὰρ δή , Εὔμαιε , θεοὶ τισαίατο λώβην,
170
ἣν οἵδ᾽ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
οἴκῳ ἐν ἀλλοτρίῳ , οὐδ᾽ αἰδοῦς μοῖραν ἔχουσιν.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
ἀγχίμολον δέ σφ᾽ ἦλθε Μελάνθιος , αἰπόλος αἰγῶν.
αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
175
δεῖπνον μνηστήρεσσι . δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.
καὶ τὰς μὲν κατέδησεν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ,
αὐτὸς δ᾽ αὖτ᾽ Ὀδυσῆα προσηύδα κερτομίοισι:
ξεῖν᾽ , ἔτι καὶ νῦν ἐνθάδ᾽ ἀνιήσεις κατὰ δῶμα
ἀνέρας αἰτίζων , ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
180
πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω