Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πρὶν χειρῶν γεύσασθαι , ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
αἰτίζεις : εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.”
ὣς φάτο , τὸν δ᾽ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
ἀλλ᾽ ἀκέων κίνησε κάρη , κακὰ βυσσοδομεύων.
185
τοῖσι δ᾽ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος , ὄρχαμος ἀνδρῶν,
βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
πορθμῆες δ᾽ ἄρα τούς γε διήγαγον , οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν , ὅτις σφέας εἰσαφίκηται.
καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ,
190
αὐτὸς δ᾽ αὖτ᾽ ἐρέεινε συβώτην ἄγχι παραστάς:
τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε , συβῶτα,
ἡμέτερον πρὸς δῶμα ; τέων δ᾽ ἐξ εὔχεται εἶναι
ἀνδρῶν ; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
δύσμορος , τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι:
195
ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.”
καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
χαῖρε , πάτερ ξεῖνε : γένοιτό τοι ἔς περ ὀπίσσω
200
ὄλβος : ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
Ζεῦ πάτερ , οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος:
οὐκ ἐλεαίρεις ἄνδρας , ἐπὴν δὴ γείνεαι αὐτός,
μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
ἴδιον , ὡς ἐνόησα , δεδάκρυνται δέ μοι ὄσσε
205
μνησαμένῳ Ὀδυσῆος , ἐπεὶ καὶ κεῖνον ὀΐω
τοιάδε λαίφε᾽ ἔχοντα κατ᾽ ἀνθρώπους ἀλάλησθαι,
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
εἰ δ᾽ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
μοι ἔπειτ᾽ Ὀδυσῆος ἀμύμονος , ὅς μ᾽ ἐπὶ βουσὶν
210
εἷσ᾽ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.