Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μνηστῆρες δ᾽ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
ἤρτυον : αὐτὰρ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,
αἰετὸς ὑψιπέτης , ἔχε δὲ τρήρωνα πέλειαν.
τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν:
245
φίλοι , οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,
Τηλεμάχοιο φόνος : ἀλλὰ μνησώμεθα δαιτός.”
ὣς ἔφατ᾽ Ἀμφίνομος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
ἐλθόντες δ᾽ ἐς δώματ᾽ Ὀδυσσῆος θείοιο
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
250
οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην:
σπλάγχνα δ᾽ ἄρ᾽ ὀπτήσαντες ἐνώμων , ἐν δέ τε οἶνον
κρητῆρσιν κερόωντο : κύπελλα δὲ νεῖμε συβώτης.
σῖτον δέ σφ᾽ ἐπένειμε Φιλοίτιος , ὄρχαμος ἀνδρῶν,
255
καλοῖς ἐν κανέοισιν , ἐῳνοχόει δὲ Μελανθεύς.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Τηλέμαχος δ᾽ Ὀδυσῆα καθίδρυε , κέρδεα νωμῶν,
ἐντὸς ἐϋσταθέος μεγάρου , παρὰ λάϊνον οὐδόν,
δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν:
260
πὰρ δ᾽ ἐτίθει σπλάγχνων μοίρας , ἐν δ᾽ οἶνον ἔχευεν
ἐν δέπαϊ χρυσέῳ , καί μιν πρὸς μῦθον ἔειπεν:
ἐνταυθοῖ νῦν ἧσο μετ᾽ ἀνδράσιν οἰνοποτάζων:
κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
πάντων μνηστήρων , ἐπεὶ οὔ τοι δήμιός ἐστιν
265
οἶκος ὅδ᾽ , ἀλλ᾽ Ὀδυσῆος , ἐμοὶ δ᾽ ἐκτήσατο κεῖνος.
ὑμεῖς δέ , μνηστῆρες , ἐπίσχετε θυμὸν ἐνιπῆς
καὶ χειρῶν , ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον , θαρσαλέως ἀγόρευε.
270
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός: