Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον , Ἀχαιοί,
Τηλεμάχου : μάλα δ᾽ ἧμιν ἀπειλήσας ἀγορεύει.
οὐ γὰρ Ζεὺς εἴασε Κρονίων : τῷ κέ μιν ἤδη
παύσαμεν ἐν μεγάροισι , λιγύν περ ἐόντ᾽ ἀγορητήν.”
275
ὣς ἔφατ᾽ Ἀντίνοος : δ᾽ ἄρ᾽ οὐκ ἐμπάζετο μύθων.
κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
ἦγον : τοὶ δ᾽ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
οἱ δ᾽ ἐπεὶ ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,
280
μοίρας δασσάμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα:
πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
ἴσην , ὡς αὐτοί περ ἐλάγχανον : ὣς γὰρ ἀνώγει
Τηλέμαχος , φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
μνηστῆρας δ᾽ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
285
λώβης ἴσχεσθαι θυμαλγέος , ὄφρ᾽ ἔτι μᾶλλον
δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
Κτήσιππος δ᾽ ὄνομ᾽ ἔσκε , Σάμῃ δ᾽ ἐνὶ οἰκία ναῖεν:
ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
290
μνάσκετ᾽ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα:
κέκλυτέ μευ , μνηστῆρες ἀγήνορες , ὄφρα τι εἴπω:
μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι , ὡς ἐπέοικεν,
ἴσην : οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
295
ξείνους Τηλεμάχου , ὅς κεν τάδε δώμαθ᾽ ἵκηται.
ἀλλ᾽ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον , ὄφρα καὶ αὐτὸς
ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
δμώων , οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.”
ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
300
κείμενον ἐκ κανέοιο λαβών : δ᾽ ἀλεύατ᾽ Ὀδυσσεὺς