Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐρανόθεν καταβᾶσα : δέμας δ᾽ ἤϊκτο γυναικί:
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε:
τίπτ᾽ αὖτ᾽ ἐγρήσσεις , πάντων περὶ κάμμορε φωτῶν;
οἶκος μέν τοι ὅδ᾽ ἐστί , γυνὴ δέ τοι ἥδ᾽ ἐνὶ οἴκῳ
35
καὶ , πάϊς , οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
ναὶ δὴ ταῦτά γε πάντα , θεά , κατὰ μοῖραν ἔειπες:
ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,
40
μοῦνος ἐών : οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔασι.
πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω:
εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,
πῆ κεν ὑπεκπροφύγοιμι ; τά σε φράζεσθαι ἄνωγα.”
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
45
σχέτλιε , καὶ μέν τίς τε χερείονι πείθεθ᾽ ἑταίρῳ,
ὅς περ θνητός τ᾽ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν:
αὐτὰρ ἐγὼ θεός εἰμι , διαμπερὲς σε φυλάσσω
ἐν πάντεσσι πόνοις . ἐρέω δέ τοι ἐξαναφανδόν:
εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
50
νῶϊ περισταῖεν , κτεῖναι μεμαῶτες Ἄρηϊ,
καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
ἀλλ᾽ ἑλέτω σε καὶ ὕπνος : ἀνίη καὶ τὸ φυλάσσειν
πάννυχον ἐγρήσσοντα , κακῶν δ᾽ ὑποδύσεαι ἤδη.”
ὣς φάτο , καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,
55
αὐτὴ δ᾽ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
εὖτε τὸν ὕπνος ἔμαρπτε , λύων μελεδήματα θυμοῦ,
λυσιμελής , ἄλοχος δ᾽ ἄρ᾽ ἐπέγρετο κεδνὰ ἰδυῖα:
κλαῖε δ᾽ ἄρ᾽ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,
60
Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν: