Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μνηστῆρας κατὰ δώματ᾽ , ἐπεὶ τόδε κέρδιον ἦεν,
εἰ νόστησ᾽ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα:
νῦν δ᾽ ἤδη τόδε δῆλον , τ᾽ οὐκέτι νόστιμός ἐστιν.
ἀλλ᾽ ἄγε , σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
335
γήμασθ᾽ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
ἔσθων καὶ πίνων , δ᾽ ἄλλου δῶμα κομίζῃ.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
οὐ μὰ Ζῆν᾽ , Ἀγέλαε , καὶ ἄλγεα πατρὸς ἐμοῖο,
340
ὅς που τῆλ᾽ Ἰθάκης ἔφθιται ἀλάληται,
οὔ τι διατρίβω μητρὸς γάμον , ἀλλὰ κελεύω
γήμασθ᾽ κ᾽ ἐθέλῃ , ποτὶ δ᾽ ἄσπετα δῶρα δίδωμι.
αἰδέομαι δ᾽ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
μύθῳ ἀναγκαίῳ : μὴ τοῦτο θεὸς τελέσειεν.”
345
ὣς φάτο Τηλέμαχος : μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
ἄσβεστον γέλω ὦρσε , παρέπλαγξεν δὲ νόημα.
οἱ δ᾽ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον : ὄσσε δ᾽ ἄρα σφέων
δακρυόφιν πίμπλαντο , γόον δ᾽ ὠΐετο θυμός.
350
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής:
δειλοί , τί κακὸν τόδε πάσχετε ; νυκτὶ μὲν ὑμέων
εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
οἰμωγὴ δὲ δέδηε , δεδάκρυνται δὲ παρειαί,
αἵματι δ᾽ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι:
355
εἰδώλων δὲ πλέον πρόθυρον , πλείη δὲ καὶ αὐλή,
ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον : ἠέλιος δὲ
οὐρανοῦ ἐξαπόλωλε , κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν.
τοῖσιν δ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἦρχ᾽ ἀγορεύειν:
360
ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.