Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλά μιν αἶψα , νέοι , δόμου ἐκπέμψασθε θύραζε
εἰς ἀγορὴν ἔρχεσθαι , ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.”
τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:
Εὐρύμαχ᾽ , οὔ τί σ᾽ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν:
365
εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
τοῖς ἔξειμι θύραζε , ἐπεὶ νοέω κακὸν ὔμμιν
ἐρχόμενον , τό κεν οὔ τις ὑπεκφύγοι οὐδ᾽ ἀλέαιτο
μνηστήρων , οἳ δῶμα κάτ᾽ ἀντιθέου Ὀδυσῆος
370
ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.”
ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
ἵκετο δ᾽ ἐς Πείραιον , μιν πρόφρων ὑπέδεκτο.
μνηστῆρες δ᾽ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
Τηλέμαχον ἐρέθιζον , ἐπὶ ξείνοις γελόωντες:
375
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
Τηλέμαχ᾽ , οὔ τις σεῖο κακοξεινώτερος ἄλλος:
οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
σίτου καὶ οἴνου κεχρημένον , οὐδέ τι ἔργων
ἔμπαιον οὐδὲ βίης , ἀλλ᾽ αὔτως ἄχθος ἀρούρης.
380
ἄλλος δ᾽ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
ἀλλ᾽ εἴ μοί τι πίθοιο , τό κεν πολὺ κέρδιον εἴη:
τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
ἐς Σικελοὺς πέμψωμεν , ὅθεν κέ τοι ἄξιον ἄλφοι.”
ὣς ἔφασαν μνηστῆρες : δ᾽ οὐκ ἐμπάζετο μύθων,
385
ἀλλ᾽ ἀκέων πατέρα προσεδέρκετο , δέγμενος αἰεί,
ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
δὲ κατ᾽ ἄντηστιν θεμένη περικαλλέα δίφρον
κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια,
ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
390
δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο