Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἔφατ᾽ , αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
τῆς δ᾽ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς:
μερμήριζε δ᾽ ἔπειτα , δόκησε δέ οἱ κατὰ θυμὸν
ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
95
χλαῖναν μὲν συνελὼν καὶ κώεα , τοῖσιν ἐνεῦδεν,
ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου , ἐκ δὲ βοείην
θῆκε θύραζε φέρων , Διὶ δ᾽ εὔξατο χεῖρας ἀνασχών:
Ζεῦ πάτερ , εἴ μ᾽ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
ἤγετ᾽ ἐμὴν ἐς γαῖαν , ἐπεί μ᾽ ἐκακώσατε λίην,
100
φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
ἔνδοθεν , ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.”
ὣς ἔφατ᾽ εὐχόμενος : τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς,
αὐτίκα δ᾽ ἐβρόντησεν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου,
ὑψόθεν ἐκ νεφέων : γήθησε δὲ δῖος Ὀδυσσεύς.
105
φήμην δ᾽ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
πλησίον , ἔνθ᾽ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
ἄλφιτα τεύχουσαι καὶ ἀλείατα , μυελὸν ἀνδρῶν.
αἱ μὲν ἄρ᾽ ἄλλαι εὗδον , ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
110
δὲ μί᾽ οὔπω παύετ᾽ , ἀφαυροτάτη δ᾽ ἐτέτυκτο:
ῥα μύλην στήσασα ἔπος φάτο , σῆμα ἄνακτι:
Ζεῦ πάτερ , ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
μεγάλ᾽ ἐβρόντησας ἀπ᾽ οὐρανοῦ ἀστερόεντος,
οὐδέ ποθι νέφος ἐστί : τέρας νύ τεῳ τόδε φαίνεις.
115
κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος , ὅττι κεν εἴπω:
μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτ᾽ ἐρατεινήν,
οἳ δή μοι καμάτῳ θυμαλγέι : γούνατ᾽ ἔλυσαν
ἄλφιτα τευχούσῃ : νῦν ὕστατα δειπνήσειαν.”
120
ὣς ἄρ᾽ ἔφη , χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς