Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
21
τῇ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
κούρῃ Ἰκαρίοιο , περίφρονι Πηνελοπείῃ,
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
ἐν μεγάροις Ὀδυσῆος , ἀέθλια καὶ φόνου ἀρχήν.
5
κλίμακα δ᾽ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
εἵλετο δὲ κληῗδ᾽ εὐκαμπέα χειρὶ παχείῃ
καλὴν χαλκείην : κώπη δ᾽ ἐλέφαντος ἐπῆεν.
βῆ δ᾽ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
ἔσχατον : ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
10
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
ἰοδόκος , πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί,
δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
Ἴφιτος Εὐρυτίδης , ἐπιείκελος ἀθανάτοισι.
15
τὼ δ᾽ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος . τοι Ὀδυσσεὺς
ἦλθε μετὰ χρεῖος , τό ῥά οἱ πᾶς δῆμος ὄφελλε:
μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
νηυσὶ πολυκλήϊσι τριηκόσι᾽ ἠδὲ νομῆας.
20
τῶν ἕνεκ᾽ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
παιδνὸς ἐών : πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
Ἴφιτος αὖθ᾽ ἵππους διζήμενος , αἵ οἱ ὄλοντο
δώδεκα θήλειαι , ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοί:
αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
25
ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
φῶθ᾽ Ἡρακλῆα , μεγάλων ἐπιίστορα ἔργων,
ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ἐνὶ οἴκῳ,
σχέτλιος , οὐδὲ θεῶν ὄπιν ᾐδέσατ᾽ οὐδὲ τράπεζαν,
τὴν ἥν οἱ παρέθηκεν : ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
30
ἵππους δ᾽ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.