Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πᾶσι μίαν μακρήν , καὶ ἐπὶ στάθμην ἴθυνεν,
ἀμφὶ δὲ γαῖαν ἔναξε : τάφος δ᾽ ἕλε πάντας ἰδόντας,
ὡς εὐκόσμως στῆσε : πάρος δ᾽ οὐ πώ ποτ᾽ ὀπώπει.
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
125
τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
τρὶς δὲ μεθῆκε βίης , ἐπιελπόμενος τό γε θυμῷ,
νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
καί νύ κε δή ῥ᾽ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
ἀλλ᾽ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
130
τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο:
πόποι , καὶ ἔπειτα κακός τ᾽ ἔσομαι καὶ ἄκικυς,
ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
ἄνδρ᾽ ἀπαμύνασθαι , ὅτε τις πρότερος χαλεπήνῃ.
ἀλλ᾽ ἄγεθ᾽ , οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
135
τόξου πειρήσασθε , καὶ ἐκτελέωμεν ἄεθλον.”
ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
αὐτοῦ δ᾽ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
140
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός:
ὄρνυσθ᾽ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.”
ὣς ἔφατ᾽ Ἀντίνοος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
Λειώδης δὲ πρῶτος ἀνίστατο , Οἴνοπος υἱός,
145
σφι θυοσκόος ἔσκε , παρὰ κρητῆρα δὲ καλὸν
ἷζε μυχοίτατος αἰέν : ἀτασθαλίαι δέ οἱ οἴῳ
ἐχθραὶ ἔσαν , πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν:
ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
150
οὐδέ μιν ἐντάνυσε : πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων