Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς φάθ᾽ , δ᾽ αἶψ᾽ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ᾽ αὐτοῦ,
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος:
τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ᾽ : οὐδ᾽ ἐδύναντο
185
ἐντανύσαι , πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
Ἀντίνοος δ᾽ ἔτ᾽ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
ἀρχοὶ μνηστήρων : ἀρετῇ δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι.
τὼ δ᾽ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ᾽ ἄμφω
βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο:
190
ἐκ δ᾽ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι:
βουκόλε καὶ σύ , συφορβέ , ἔπος τί κε μυθησαίμην,
αὐτὸς κεύθω ; φάσθαι δέ με θυμὸς ἀνώγει.
195
ποῖοί κ᾽ εἶτ᾽ Ὀδυσῆϊ ἀμυνέμεν , εἴ ποθεν ἔλθοι
ὧδε μάλ᾽ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
κε μνηστήρεσσιν ἀμύνοιτ᾽ Ὀδυσῆϊ;
εἴπαθ᾽ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.”
τὸν δ᾽ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ:
200
Ζεῦ πάτερ , αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ , ἀγάγοι δέ δαίμων:
γνοίης χ᾽ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.”
ὣς δ᾽ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
205
αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ᾽ ἀνέγνω,
ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
ἔνδον μὲν δὴ ὅδ᾽ αὐτὸς ἐγώ , κακὰ πολλὰ μογήσας
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
γιγνώσκω δ᾽ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
210
οἴοισι δμώων : τῶν δ᾽ ἄλλων οὔ τευ ἄκουσα