Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ᾽ ἱκέσθαι.
σφῶϊν δ᾽ , ὡς ἔσεταί περ , ἀληθείην καταλέξω.
εἴ χ᾽ ὑπ᾽ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ᾽ ὀπάσσω
215
οἰκία τ᾽ ἐγγὺς ἐμεῖο τετυγμένα : καί μοι ἔπειτα
Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
εἰ δ᾽ ἄγε δή , καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
ὄφρα μ᾽ ἐῢ γνῶτον πιστωθῆτόν τ᾽ ἐνὶ θυμῷ,
οὐλήν , τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
220
Παρνησόνδ᾽ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.”
ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
τὼ δ᾽ ἐπεὶ εἰσιδέτην εὖ τ᾽ ἐφράσσαντο ἕκαστα,
κλαῖον ἄρ᾽ ἀμφ᾽ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
225
ὣς δ᾽ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε:
παύεσθον κλαυθμοῖο γόοιό τε , μή τις ἴδηται
ἐξελθὼν μεγάροιο , ἀτὰρ εἴπῃσι καὶ εἴσω.
230
ἀλλὰ προμνηστῖνοι ἐσέλθετε , μηδ᾽ ἅμα πάντες,
πρῶτος ἐγώ , μετὰ δ᾽ ὔμμες : ἀτὰρ τόδε σῆμα τετύχθω:
ἄλλοι μὲν γὰρ πάντες , ὅσοι μνηστῆρες ἀγαυοί,
οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην:
ἀλλὰ σύ , δῖ᾽ Εὔμαιε , φέρων ἀνὰ δώματα τόξον
235
ἐν χείρεσσιν ἐμοὶ θέμεναι , εἰπεῖν τε γυναιξὶ
κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
ἢν δέ τις στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι , μή τι θύραζε
προβλώσκειν , ἀλλ᾽ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
240
σοὶ δέ , Φιλοίτιε δῖε , θύρας ἐπιτέλλομαι αὐλῆς