Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κληῗσαι κληῗδι , θοῶς δ᾽ ἐπὶ δεσμὸν ἰῆλαι.”
ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας:
ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών , ἔνθεν περ ἀνέστη:
ἐς δ᾽ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
245
Εὐρύμαχος δ᾽ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός : ἀλλά μιν οὐδ᾽ ὣς
ἐντανύσαι δύνατο , μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ:
ὀχθήσας δ᾽ ἄρα εἶρος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
πόποι , μοι ἄχος περί τ᾽ αὐτοῦ καὶ περὶ πάντων:
250
οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι , ἀχνύμενός περ:
εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες , αἱ μὲν ἐν αὐτῇ
ἀμφιάλῳ Ἰθάκῃ , αἱ δ᾽ ἄλλῃσιν πολίεσσιν:
ἀλλ᾽ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
ἀντιθέου Ὀδυσῆος , τ᾽ οὐ δυνάμεσθα τανύσσαι
255
τόξον : ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.”
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη , Εὐπείθεος υἱός:
Εὐρύμαχ᾽ , οὐχ οὕτως ἔσται : νοέεις δὲ καὶ αὐτός.
νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
ἁγνή : τίς δέ κε τόξα τιταίνοιτ᾽ ; ἀλλὰ ἕκηλοι
260
κάτθετ᾽ : ἀτὰρ πελέκεάς γε καὶ εἴ κ᾽ εἰῶμεν ἅπαντας
ἑστάμεν : οὐ μὲν γάρ τιν᾽ ἀναιρήσεσθαι ὀΐω,
ἐλθόντ᾽ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
ἀλλ᾽ ἄγετ᾽ , οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα:
265
ἠῶθεν δὲ κέλεσθε Μελάνθιον , αἰπόλον αἰγῶν,
αἶγας ἄγειν , αἳ πᾶσι μέγ᾽ ἔξοχοι αἰπολίοισιν,
ὄφρ᾽ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.”
ὣς ἔφατ᾽ Ἀντίνοος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
270
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,