Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
οἱ δ᾽ ἐπεὶ οὖν σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς:
275
κέκλυτέ μευ , μνηστῆρες ἀγακλειτῆς βασιλείης:
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει:
Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
λίσσομ᾽ , ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
νῦν μὲν παῦσαι τόξον , ἐπιτρέψαι δὲ θεοῖσιν:
280
ἠῶθεν δὲ θεὸς δώσει κράτος κ᾽ ἐθέλῃσιν.
ἀλλ᾽ ἄγ᾽ ἐμοὶ δότε τόξον ἐΰξοον , ὄφρα μεθ᾽ ὑμῖν
χειρῶν καὶ σθένεος πειρήσομαι , μοι ἔτ᾽ ἐστὶν
ἴς , οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
ἤδη μοι ὄλεσσεν ἄλη τ᾽ ἀκομιστίη τε.”
285
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
δειλὲ ξείνων , ἔνι τοι φρένες οὐδ᾽ ἠβαιαί:
οὐκ ἀγαπᾷς ἕκηλος ὑπερφιάλοισι μεθ᾽ ἡμῖν
290
δαίνυσαι , οὐδέ τι δαιτὸς ἀμέρδεαι , αὐτὰρ ἀκούεις
μύθων ἡμετέρων καὶ ῥήσιος ; οὐδέ τις ἄλλος
ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
οἶνός σε τρώει μελιηδής , ὅς τε καὶ ἄλλους
βλάπτει , ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ᾽ αἴσιμα πίνῃ.
295
οἶνος καὶ Κένταυρον , ἀγακλυτὸν Εὐρυτίωνα,
ἄασ᾽ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
ἐς Λαπίθας ἐλθόνθ᾽ : δ᾽ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
μαινόμενος κάκ᾽ ἔρεξε δόμον κάτα Πειριθόοιο:
ἥρωας δ᾽ ἄχος εἷλε , διὲκ προθύρου δὲ θύραζε
300
ἕλκον ἀναΐξαντες , ἀπ᾽ οὔατα νηλέϊ χαλκῷ