Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ῥῖνάς τ᾽ ἀμήσαντες : δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
οἷ δ᾽ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
305
ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι , αἴ κε τὸ τόξον
ἐντανύσῃς : οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
ἡμετέρῳ ἐνὶ δήμῳ , ἄφαρ δέ σε νηῒ μελαίνῃ
εἰς Ἔχετον βασιλῆα , βροτῶν δηλήμονα πάντων,
πέμψομεν : ἔνθεν δ᾽ οὔ τι σαώσεαι : ἀλλὰ ἕκηλος
310
πῖνέ τε , μηδ᾽ ἐρίδαινε μετ᾽ ἀνδράσι κουροτέροισιν.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
Ἀντίνο᾽ , οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
ξείνους Τηλεμάχου , ὅς κεν τάδε δώμαθ᾽ ἵκηται:
ἔλπεαι , αἴ χ᾽ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
315
ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
οἴκαδέ μ᾽ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
οὐδ᾽ αὐτός που τοῦτό γ᾽ ἐνὶ στήθεσσιν ἔολπε:
μηδέ τις ὑμείων τοῦ γ᾽ εἵνεκα θυμὸν ἀχεύων
ἐνθάδε δαινύσθω , ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.”
320
τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἀντίον ηὔδα:
κούρη Ἰκαρίοιο , περίφρον Πηνελόπεια,
οὔ τί σε τόνδ᾽ ἄξεσθαι ὀϊόμεθ᾽ : οὐδὲ ἔοικεν:
ἀλλ᾽ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
325
πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
μνῶνται , οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν:
ἀλλ᾽ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ῥηϊδίως ἐτάνυσσε βιόν , διὰ δ᾽ ἧκε σιδήρου.
ὣς ἐρέουσ᾽ , ἡμῖν δ᾽ ἂν ἐλέγχεα ταῦτα γένοιτο.”
330
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια: