Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο , δῶκε δὲ τόξον,
τὸ πρὶν μέν ῥ᾽ ἐφόρει μέγας Εὔρυτος , αὐτὰρ παιδὶ
κάλλιπ᾽ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
τῷ δ᾽ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
35
ἀρχὴν ξεινοσύνης προσκηδέος : οὐδὲ τραπέζῃ
γνώτην ἀλλήλων : πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
Ἴφιτον Εὐρυτίδην , ἐπιείκελον ἀθανάτοισιν,
ὅς οἱ τόξον ἔδωκε . τὸ δ᾽ οὔ ποτε δῖος Ὀδυσσεὺς
ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
40
ᾑρεῖτ᾽ , ἀλλ᾽ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
κέσκετ᾽ ἐνὶ μεγάροισι , φόρει δέ μιν ἧς ἐπὶ γαίης.
δ᾽ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
οὐδόν τε δρύϊνον προσεβήσετο , τόν ποτε τέκτων
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
45
ἐν δὲ σταθμοὺς ἄρσε , θύρας δ᾽ ἐπέθηκε φαεινάς,
αὐτίκ᾽ ἄρ᾽ γ᾽ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
ἐν δὲ κληῗδ᾽ ἧκε , θυρέων δ᾽ ἀνέκοπτεν ὀχῆας
ἄντα τιτυσκομένη : τὰ δ᾽ ἀνέβραχεν ἠΰτε ταῦρος
βοσκόμενος λειμῶνι : τόσ᾽ ἔβραχε καλὰ θύρετρα
50
πληγέντα κληΐδι , πετάσθησαν δέ οἱ ὦκα.
δ᾽ ἄρ᾽ ἐφ᾽ ὑψηλῆς σανίδος βῆ : ἔνθα δὲ χηλοὶ
ἕστασαν , ἐν δ᾽ ἄρα τῇσι θυώδεα εἵματ᾽ ἔκειτο.
ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
αὐτῷ γωρυτῷ , ὅς οἱ περίκειτο φαεινός.
55
ἑζομένη δὲ κατ᾽ αὖθι , φίλοις ἐπὶ γούνασι θεῖσα,
κλαῖε μάλα λιγέως , ἐκ δ᾽ ᾕρεε τόξον ἄνακτος.
δ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
βῆ ῥ᾽ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
τόξον ἔχουσ᾽ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
60
ἰοδόκον : πολλοὶ δ᾽ ἔνεσαν στονόεντες ὀϊστοί.