Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
βύβλινον , ῥ᾽ ἐπέδησε θύρας , ἐς δ᾽ ἤϊεν αὐτός:
ἕζετ᾽ ἔπειτ᾽ ἐπὶ δίφρον ἰών , ἔνθεν περ ἀνέστη,
εἰσορόων Ὀδυσῆα . δ᾽ ἤδη τόξον ἐνώμα
πάντη ἀναστρωφῶν , πειρώμενος ἔνθα καὶ ἔνθα,
395
μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων:
ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
γ᾽ ἐφορμᾶται ποιησέμεν , ὡς ἐνὶ χερσὶ
400
νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.”
ἄλλος δ᾽ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων:
αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.”
ὣς ἄρ᾽ ἔφαν μνηστῆρες : ἀτὰρ πολύμητις Ὀδυσσεύς,
405
αὐτίκ᾽ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
ὡς ὅτ᾽ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
ὣς ἄρ᾽ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
410
δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς:
δ᾽ ὑπὸ καλὸν ἄεισε , χελιδόνι εἰκέλη αὐδήν.
μνηστῆρσιν δ᾽ ἄρ᾽ ἄχος γένετο μέγα , πᾶσι δ᾽ ἄρα χρὼς
ἐτράπετο : Ζεὺς δὲ μεγάλ᾽ ἔκτυπε σήματα φαίνων:
γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
415
ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω:
εἵλετο δ᾽ ὠκὺν ὀϊστόν , οἱ παρέκειτο τραπέζῃ
γυμνός : τοὶ δ᾽ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
κείατο , τῶν τάχ᾽ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
τόν ῥ᾽ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
420
αὐτόθεν ἐκ δίφροιο καθήμενος , ἧκε δ᾽ ὀϊστὸν