Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄντα τιτυσκόμενος , πελέκεων δ᾽ οὐκ ἤμβροτε πάντων
πρώτης στειλειῆς , διὰ δ᾽ ἀμπερὲς ἦλθε θύραζε
ἰὸς χαλκοβαρής : δὲ Τηλέμαχον προσέειπε:
Τηλέμαχ᾽ , οὔ σ᾽ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
425
ἥμενος , οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
δὴν ἔκαμον τανύων : ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
νῦν δ᾽ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
ἐν φάει , αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
430
μολπῇ καὶ φόρμιγγι : τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.”
καὶ ἐπ᾽ ὀφρύσι νεῦσεν : δ᾽ ἀμφέθετο ξίφος ὀξὺ
Τηλέμαχος , φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ , ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦ
πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.