Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι φέρον ὄγκιον , ἔνθα σίδηρος
κεῖτο πολὺς καὶ χαλκός , ἀέθλια τοῖο ἄνακτος.
δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
65
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον:
κέκλυτέ μευ , μνηστῆρες ἀγήνορες , οἳ τόδε δῶμα
ἐχράετ᾽ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
70
ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον : οὐδέ τιν᾽ ἄλλην
μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
ἀλλ᾽ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
ἀλλ᾽ ἄγετε , μνηστῆρες , ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον.
θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο:
75
ὃς δέ κε ῥηΐτατ᾽ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
τῷ κεν ἅμ᾽ ἑσποίμην , νοσφισσαμένη τόδε δῶμα
κουρίδιον , μάλα καλόν , ἐνίπλειον βιότοιο,
τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.”
80
ὣς φάτο , καί ῥ᾽ Εὔμαιον ἀνώγει , δῖον ὑφορβόν,
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
δακρύσας δ᾽ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε:
κλαῖε δὲ βουκόλος ἄλλοθ᾽ , ἐπεὶ ἴδε τόξον ἄνακτος.
Ἀντίνοος δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
85
νήπιοι ἀγροιῶται , ἐφημέρια φρονέοντες,
δειλώ , τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον ; τε καὶ ἄλλως
κεῖται ἐν ἄλγεσι θυμός , ἐπεὶ φίλον ὤλεσ᾽ ἀκοίτην.
ἀλλ᾽ ἀκέων δαίνυσθε καθήμενοι , ἠὲ θύραζε
90
κλαίετον ἐξελθόντε , κατ᾽ αὐτόθι τόξα λιπόντε,