Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μνηστήρεσσιν ἄεθλον ἀάατον : οὐ γὰρ ὀΐω
ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
οἷος Ὀδυσσεὺς ἔσκεν : ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
95
καὶ γὰρ μνήμων εἰμί , πάϊς δ᾽ ἔτι νήπιος ἦα.”
ὣς φάτο , τῷ δ᾽ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος , ὃν τότ᾽ ἀτίμα
100
ἥμενος ἐν μεγάροις , ἐπὶ δ᾽ ὤρνυε πάντας ἑταίρους.
τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο:
πόποι , μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων:
μήτηρ μέν μοί φησι φίλη , πινυτή περ ἐοῦσα,
ἄλλῳ ἅμ᾽ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα:
105
αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
ἀλλ᾽ ἄγετε , μνηστῆρες , ἐπεὶ τόδε φαίνετ᾽ ἄεθλον,
οἵη νῦν οὐκ ἔστι γυνὴ κατ᾽ Ἀχαιΐδα γαῖαν,
οὔτε Πύλου ἱερῆς οὔτ᾽ Ἄργεος οὔτε Μυκήνης:
οὔτ᾽ αὐτῆς Ἰθάκης οὔτ᾽ ἠπείροιο μελαίνης:
110
καὶ δ᾽ αὐτοὶ τόδε γ᾽ ἴστε : τί με χρὴ μητέρος αἴνου;
ἀλλ᾽ ἄγε μὴ μύνῃσι παρέλκετε μηδ᾽ ἔτι τόξου
δηρὸν ἀποτρωπᾶσθε τανυστύος , ὄφρα ἴδωμεν.
καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην:
εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
115
οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
λείποι ἅμ᾽ ἄλλῳ ἰοῦσ᾽ , ὅτ᾽ ἐγὼ κατόπισθε λιποίμην
οἷός τ᾽ ἤδη πατρὸς ἀέθλια κάλ᾽ ἀνελέσθαι.”
καὶ ἀπ᾽ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
ὀρθὸς ἀναΐξας , ἀπὸ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμων.
120
πρῶτον μὲν πελέκεας στῆσεν , διὰ τάφρον ὀρύξας