Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
22
αὐτὰρ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
ἆλτο δ᾽ ἐπὶ μέγαν οὐδόν , ἔχων βιὸν ἠδὲ φαρέτρην
ἰῶν ἐμπλείην , ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς
αὐτοῦ πρόσθε ποδῶν , μετὰ δὲ μνηστῆρσιν ἔειπεν:
5
οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται:
νῦν αὖτε σκοπὸν ἄλλον , ὃν οὔ πώ τις βάλεν ἀνήρ,
εἴσομαι , αἴ κε τύχωμι , πόρῃ δέ μοι εὖχος Ἀπόλλων.”
καὶ ἐπ᾽ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
τοι καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
10
χρύσεον ἄμφωτον , καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
ὄφρα πίοι οἴνοιο : φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
μέμβλετο : τίς κ᾽ οἴοιτο μετ᾽ ἀνδράσι δαιτυμόνεσσι
μοῦνον ἐνὶ πλεόνεσσι , καὶ εἰ μάλα καρτερὸς εἴη,
οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
15
τὸν δ᾽ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή.
ἐκλίνθη δ᾽ ἑτέρωσε , δέπας δέ οἱ ἔκπεσε χειρὸς
βλημένου , αὐτίκα δ᾽ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
αἵματος ἀνδρομέοιο : θοῶς δ᾽ ἀπὸ εἷο τράπεζαν
20
ὦσε ποδὶ πλήξας , ἀπὸ δ᾽ εἴδατα χεῦεν ἔραζε:
σῖτός τε κρέα τ᾽ ὀπτὰ φορύνετο . τοὶ δ᾽ ὁμάδησαν
μνηστῆρες κατὰ δώμαθ᾽ , ὅπως ἴδον ἄνδρα πεσόντα,
ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους:
25
οὐδέ πη ἀσπὶς ἔην οὐδ᾽ ἄλκιμον ἔγχος ἑλέσθαι.
νείκειον δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι:
ξεῖνε , κακῶς ἀνδρῶν τοξάζεαι : οὐκέτ᾽ ἀέθλων
ἄλλων ἀντιάσεις : νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ᾽ ἄριστος
30
κούρων εἰν Ἰθάκῃ : τῷ σ᾽ ἐνθάδε γῦπες ἔδονται.”