Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔκλιν᾽ ἑστάμεναι , πρὸς ἐνώπια παμφανόωντα,
αὐτὸς δ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
ἵππουριν , δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:
125
εἵλετο δ᾽ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.
ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,
ἀκρότατον δὲ παρ᾽ οὐδὸν ἐϋσταθέος μεγάροιο
ἦν ὁδὸς ἐς λαύρην , σανίδες δ᾽ ἔχον εὖ ἀραρυῖαι.
τὴν δ᾽ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν
130
ἑσταότ᾽ ἄγχ᾽ αὐτῆς : μία δ᾽ οἴη γίγνετ᾽ ἐφορμή.
τοῖς δ᾽ Ἀγέλεως μετέειπεν , ἔπος πάντεσσι πιφαύσκων:
φίλοι , οὐκ ἂν δή τις ἀν᾽ ὀρσοθύρην ἀναβαίη
καὶ εἴποι λαοῖσι , βοὴ δ᾽ ὤκιστα γένοιτο;
τῷ κε τάχ᾽ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.”
135
τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος , αἰπόλος αἰγῶν:
οὔ πως ἔστ᾽ , Ἀγέλαε διοτρεφές : ἄγχι γὰρ αἰνῶς
αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης:
καί χ᾽ εἷς πάντας ἐρύκοι ἀνήρ , ὅς τ᾽ ἄλκιμος εἴη.
ἀλλ᾽ ἄγεθ᾽ , ὑμῖν τεύχε᾽ ἐνείκω θωρηχθῆναι
140
ἐκ θαλάμου : ἔνδον γάρ , ὀΐομαι , οὐδέ πη ἄλλῃ
τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.”
ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος , αἰπόλος αἰγῶν,
εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
ἔνθεν δώδεκα μὲν σάκε᾽ ἔξελε , τόσσα δὲ δοῦρα
145
καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας:
βῆ δ᾽ ἴμεναι , μάλα δ᾽ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
μακρὰ τινάσσοντας : μέγα δ᾽ αὐτῷ φαίνετο ἔργον.
150
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα: