Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Τηλέμαχ᾽ , μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
πάτερ , αὐτὸς ἐγὼ τόδε γ᾽ ἤμβροτονοὐδέ τις ἄλλος
155
αἴτιοσὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
κάλλιπον ἀγκλίνας : τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
ἀλλ᾽ ἴθι , δῖ᾽ Εὔμαιε , θύρην ἐπίθες θαλάμοιο
καὶ φράσαι τις ἄρ᾽ ἐστὶ γυναικῶν τάδε ῥέζει,
υἱὸς Δολίοιο , Μελανθεύς , τόν περ ὀΐω.”
160
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
βῆ δ᾽ αὖτις θάλαμόνδε Μελάνθιος , αἰπόλος αἰγῶν,
οἴσων τεύχεα καλά . νόησε δὲ δῖος ὑφορβός,
αἶψα δ᾽ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα:
διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
165
κεῖνος δ᾽ αὖτ᾽ ἀΐδηλος ἀνήρ , ὃν ὀϊόμεθ᾽ αὐτοί,
ἔρχεται ἐς θάλαμον : σὺ δέ μοι νημερτὲς ἐνίσπες,
μιν ἀποκτείνω , αἴ κε κρείσσων γε γένωμαι,
ἦε σοὶ ἐνθάδ᾽ ἄγω , ἵν᾽ ὑπερβασίας ἀποτίσῃ
πολλάς , ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.”
170
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
σχήσομεν ἔντοσθεν μεγάρων , μάλα περ μεμαῶτας.
σφῶϊ δ᾽ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
ἐς θάλαμον βαλέειν , σανίδας δ᾽ ἐκδῆσαι ὄπισθε,
175
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
κίον᾽ ἀν᾽ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ᾽ ἄλγεα πάσχῃ:”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
βὰν δ᾽ ἴμεν ἐς θάλαμον , λαθέτην δέ μιν ἔνδον ἐόντα.
180
τοι μὲν θαλάμοιο μυχὸν κάτα τεύχε᾽ ἐρεύνα,