Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μνηστῆρες δ᾽ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι:
πρῶτος τήν γ᾽ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος:
Μέντορ , μή σ᾽ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
μνηστήρεσσι μάχεσθαι , ἀμυνέμεναι δέ οἱ αὐτῷ.
215
ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω:
ὁππότε κεν τούτους κτέωμεν , πατέρ᾽ ἠδὲ καὶ υἱόν,
ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι , οἷα μενοινᾷς
ἔρδειν ἐν μεγάροις : σῷ δ᾽ αὐτοῦ κράατι τίσεις.
αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,
220
κτήμαθ᾽ ὁπόσσα τοί ἐστι , τά τ᾽ ἔνδοθι καὶ τὰ θύρηφι,
τοῖσιν Ὀδυσσῆος μεταμίξομεν : οὐδέ τοι υἷας
ζώειν ἐν μεγάροισιν ἐάσομεν , οὐδέ θύγατρας
οὐδ᾽ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.”
ὣς φάτ᾽ , Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
225
νείκεσσεν δ᾽ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν:
οὐκέτι σοί γ᾽ , Ὀδυσεῦ , μένος ἔμπεδον οὐδέ τις ἀλκή
οἵη ὅτ᾽ ἀμφ᾽ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,
εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
πολλοὺς δ᾽ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
230
σῇ δ᾽ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
πῶς δὴ νῦν , ὅτε σόν τε δόμον καὶ κτήμαθ᾽ ἱκάνεις,
ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
ἀλλ᾽ ἄγε δεῦρο , πέπον , παρ᾽ ἔμ᾽ ἵστασο καὶ ἴδε ἔργον,
ὄφρ᾽ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
235
Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.”
ῥα , καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
ἀλλ᾽ ἔτ᾽ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
ἠμὲν Ὀδυσσῆος ἠδ᾽ υἱοῦ κυδαλίμοιο.
αὐτὴ δ᾽ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
240
ἕζετ᾽ ἀναΐξασα , χελιδόνι εἰκέλη ἄντην.