Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μνηστῆρας δ᾽ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων:
οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ᾽ ἄριστοι,
245
ὅσσοι ἔτ᾽ ἔζωον περί τε ψυχέων ἐμάχοντο:
τοὺς δ᾽ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
τοῖς δ᾽ Ἀγέλεως μετέειπεν , ἔπος πάντεσσι πιφαύσκων:
φίλοι , ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους:
καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
250
οἱ δ᾽ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
ἀλλ᾽ ἄγεθ᾽ οἱ ἓξ πρῶτον ἀκοντίσατ᾽ , αἴ κέ ποθι Ζεὺς
δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
τῶν δ᾽ ἄλλων οὐ κῆδος , ἐπὴν οὗτός γε πέσῃσιν.”
255
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
ἱέμενοι : τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
βεβλήκει , ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν:
ἄλλου δ᾽ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
260
αὐτὰρ ἐπεὶ δὴ δούρατ᾽ ἀλεύαντο μνηστήρων,
τοῖς δ᾽ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς:
φίλοι , ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι , οἳ μεμάασιν
ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.”
265
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
ἄντα τιτυσκόμενοι : Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
Εὐρυάδην δ᾽ ἄρα Τηλέμαχος , Ἔλατον δὲ συβώτης,
Πείσανδρον δ᾽ ἄρ᾽ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
οἱ μὲν ἔπειθ᾽ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
270
μνηστῆρες δ᾽ ἀνεχώρησαν μεγάροιο μυχόνδε: