Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοὶ δ᾽ ἄρ᾽ ἐπήϊξαν , νεκύων δ᾽ ἐξ ἔγχε᾽ ἕλοντο.
αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
ἱέμενοι : τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
275
βεβλήκειν , ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν:
ἄλλου δ᾽ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
Ἀμφιμέδων δ᾽ ἄρα Τηλέμαχον βάλε χεῖρ᾽ ἐπὶ καρπῷ
λίγδην , ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
Κτήσιππος δ᾽ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
280
ὦμον ἐπέγραψεν : τὸ δ᾽ ὑπέρπτατο , πῖπτε δ᾽ ἔραζε.
τοὶ δ᾽ αὖτ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
ἔνθ᾽ αὖτ᾽ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,
Ἀμφιμέδοντα δὲ Τηλέμαχος , Πόλυβον δὲ συβώτης:
285
Κτήσιππον δ᾽ ἄρ᾽ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
βεβλήκει πρὸς στῆθος , ἐπευχόμενος δὲ προσηύδα:
Πολυθερσεΐδη φιλοκέρτομε , μή ποτε πάμπαν
εἴκων ἀφραδίῃς μέγα εἰπεῖν , ἀλλὰ θεοῖσιν
μῦθον ἐπιτρέψαι , ἐπεὶ πολὺ φέρτεροί εἰσι.
290
τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον , ὅν ποτ᾽ ἔδωκας
ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ᾽ ἀλητεύοντι.”
ῥα βοῶν ἑλίκων ἐπιβουκόλος : αὐτὰρ Ὀδυσσεὺς
οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
Τηλέμαχος δ᾽ Εὐηνορίδην Λειώκριτον οὖτα
295
δουρὶ μέσον κενεῶνα , διαπρὸ δὲ χαλκὸν ἔλασσεν:
ἤριπε δὲ πρηνής , χθόνα δ᾽ ἤλασε παντὶ μετώπῳ.
δὴ τότ᾽ Ἀθηναίη φθισίμβροτον αἰγίδ᾽ ἀνέσχεν
ὑψόθεν ἐξ ὀροφῆς : τῶν δὲ φρένες ἐπτοίηθεν.
οἱ δ᾽ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι:
300
τὰς μέν τ᾽ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν